Φρυγία
Φρυγία, Phrygia
-
…φῦλα, διχῇ δʼ ἀντίπορον γαῖαν ἐν αἴσᾳ διατέμ νουσα πόρον κυματίαν ὁρίζει · ἰάπτει δʼ Ἀσίδος διʼ αἴας μηλοβότου Φρυγίας διαμπάξ. περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν, Λύδιά τε γύαλα, καὶ διʼ ὀρῶν Κιλίκων Παμφύλων τε γένη διορνυμένα…
Aeschylus, Suppliant Women
-
…Κοιρατάδας ἐν τῷ ὄχλῳ ἀποβαινόντων ἐν Πειραιεῖ ἔλαθεν ἀποδρὰς καὶ ἀπεσώθη εἰς Δεκέλειαν. Φαρνάβαζος δὲ καὶ οἱ πρέσβεις τῆς Φρυγίας ἐν Γορδείῳ ὄντες τὸν χειμῶνα τὰ περὶ τὸ Βυζάντιον πεπραγμένα ἤκουσαν. ἀρχομένου δὲ τοῦ ἔαρος πορευομένοις αὐτοῖς παρὰ βασιλέα…
Xenophon, Hellenica
-
…τὸν ἐκ τῶν Ἑλλήνων εἰς τοὺς βαρβάρους φόβον ἰδών. ἐντεῦθεν ἐξελαύνει σταθμοὺς τρεῖς παρασάγγας εἴκοσιν εἰς Ἰκόνιον, τῆς Φρυγίας πόλιν ἐσχάτην. ἐνταῦθα ἔμεινε τρεῖς ἡμέρας. ἐντεῦθεν ἐξελαύνει διὰ τῆς Λυκαονίας σταθμοὺς πέντε παρασάγγας τριάκοντα. ταύτην τὴν…
Xenophon, Anabasis
-
…εἰσάμενος αἰζηῷ τε κρατερῷ τε Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος, ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο · τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων · Ἕκτορ τίπτε μάχης ἀποπαύεαι ; οὐδέ τί…
Homer, Iliad
-
…, γυνὴ δέ με γείνατο μήτηρ. Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὄνομα κλυτός, εἴ που ἀκούεις, ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει. γλῶσσαν δʼ ὑμετέρην καὶ ἡμετέρην σάφα οἶδα. Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν · ἣ δὲ…
NA, Homeric Hymns
-
…τοῦ Ἠετίωνος. οὗτος δὲ ὁ Γύγης πρῶτος βαρβάρων τῶν ἡμεῖς ἴδμεν ἐς Δελφοὺς ἀνέθηκε ἀναθήματα μετὰ Μίδην τὸν Γορδίεω Φρυγίης βασιλέα. ἀνέθηκε γὰρ δὴ καὶ Μίδης τὸν βασιλήιον θρόνον ἐς τὸν προκατίζων ἐδίκαζε, ἐόντα ἀξιοθέητον · κεῖται δὲ…
Herodotus, The Histories
-
…φώνησέν τε · ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον, ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν. ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν, ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο, οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ…
Homer, Iliad
-
…τὸν Μαίανδρον ποταμόν. τούτου τὸ εὖρος δύο πλέθρα · γέφυρα δὲ ἐπῆν ἐζευγμένη πλοίοις. τοῦτον διαβὰς ἐξελαύνει διὰ Φρυγίας σταθμὸν ἕνα παρασάγγας ὀκτὼ εἰς Κολοσσάς, πόλιν οἰκουμένην καὶ εὐδαίμονα καὶ μεγάλην. ἐνταῦθα ἔμεινεν ἡμέρας ἑπτά · καὶ…
Xenophon, Anabasis
-
…τέκνα. καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι · ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων, τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι. αὐτὰρ ἐπεί τοι πῆμα τόδʼ…
Homer, Iliad
-
…ὀνόμαζε · δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν ; ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς, εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων · οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος νικήσας…
Homer, Iliad