καταπλέω
καταπλέω, to sail down
- sail down; i.e.,
- 1 sail from the high sea to land, put in, ἔνθα κατεπλέομεν Od. 9.142: abs., Hdt. 6.97, 7.137, Lys. 28.5, etc.; ἐς Αἶαν Hdt. 1.2, cf. 8.132; ἐπὶ Ἑλλησπόντου ib. 109, 9.98; ἐπʼ Ἀρτεμίσιον Id. 7.195; τὰς ἐκ Πόντου ναῦς Ἀθήναζε κ. X. HG 5.1.28; ἕως ἂν δεῦρο -πλεύσωμεν Test. ap. D. 21.168; ἐνταῦθα κ. Id. 32.14; sail home, Lys. 21.3, Phoenicid. 2.3; νεωστὶ καταπεπλευκώς having lately come ashore, Pl. Euthd. 297c; of things, to be brought by sea, πυρὸς Ἀθήναζε -πλέων Thphr. CP 4.9.5; ἡ -πλέουσα ἀγορά App. Pun. 100.
- 2 sail down stream, [ἐς] τὸν Εὐφρήτην Hdt. 1.185; in Egypt, down the Nile, κ. εἰς τὴν πόλιν (sc. Alexandria) PMagd. 22.4 (iii B.C.), cf. PTeb. 58.44 (ii B.C.), etc.; of fish, swim down stream, κ. ἐς θάλασσαν Hdt. 2.93, cf. Arist. HA 598b16.
- II sail back, Hdt. 1.165, 3.45, And. 2.13, Phld. Acad.Ind. p.102 M., etc.
1. (richting land) varen:
2. afvaren:
[κατα- 1.]
To sail to land, put in : ἔνθα κατεπλέομεν Od. 9.142.
Strong 2668
*
to sail down, sail to land, put in: εἰς τ. χώραν, Lk 8:26.†
- Ito sail down: i. e.,
- 1to sail from the high sea to shore, sail to land, put in, Od., Hdt., Attic; νεωστὶ καταπεπλευκώς having lately come ashore, Plat.
- 2to sail down stream, κατ. τὸν Εὐφρήτην Hdt.
- IIto sail back, Hdt.
-
…καὶ ὅτι αἱ τῶν Ἀθηναίων νῆες ἀπολώλασιν ἅπασαι. καὶ οἱ μὲν τοῦτʼ ἐποίουν · αὐτὸς δʼ, ἐπειδὴ ἐκεῖνοι κατέπλεον, ἔθυε τὰ εὐαγγέλια, καὶ τοῖς στρατιώταις παρήγγειλε δειπνοποιεῖσθαι, καὶ τοῖς ἐμπόροις τὰ χρήματα σιωπῇ ἐνθεμένους εἰς τὰ…
Xenophon, Hellenica
-
…πόλιν, τῇ οὔνομα ἦν Ἀλαλίη. Ἀργανθώνιος δὲ τηνικαῦτα ἤδη τετελευτήκεε. στελλόμενοι δὲ ἐπὶ τὴν Κύρνον, πρῶτα καταπλεύσαντες ἐς τὴν Φωκαίην κατεφόνευσαν τῶν Περσέων τὴν φυλακήν, ἣ ἐφρούρεε παραδεξαμένη παρὰ Ἁρπάγου τὴν πόλιν. μετὰ δέ ,…
Herodotus, The Histories
-
…καὶ αὐτῷ καὶ τῇ πόλει. Ἀθηναίων γὰρ οὐδεὶς ἐν ταύτῃ τῇ ἡμέρᾳ οὐδενὸς σπουδαίου ἔργου τολμήσαι ἂν ἅψασθαι. καταπλέοντος δʼ αὐτοῦ ὅ τε ἐκ τοῦ Πειραιῶς καὶ ὁ ἐκ τοῦ ἄστεως ὄχλος ἡθροίσθη πρὸς τὰς ναῦς, θαυμάζοντες καὶ…
Xenophon, Hellenica
-
…ἠπειρωτῶν τινὲς ἔτι καὶ νῦν, οἷς κόσμος καλῶς τοῦτο δρᾶν, καὶ οἱ παλαιοὶ τῶν ποιητῶν τὰς πύστεις τῶν καταπλεόντων πανταχοῦ ὁμοίως ἐρωτῶντες εἰ λῃσταί εἰσιν, ὡς οὔτε ὧν πυνθάνονται ἀπαξιούντων τὸ ἔργον, οἷς τε ἐπιμελὲς εἴη εἰδέναι…
Thucydides, The Peloponnesian War
-
…φεύγοντα καὶ Θρασύβουλον ἀπόντα, Κόνωνα δὲ τρίτον ἐκ τῶν οἴκοθεν. Ἀλκιβιάδης δὲ ἐκ τῆς Σάμου ἔχων τὰ χρήματα κατέπλευσεν εἰς Πάρον ναυσὶν εἴκοσιν, ἐκεῖθεν δʼ ἀνήχθη εὐθὺ Γυθείου ἐπὶ κατασκοπὴν τῶν τριήρων, ἃς ἐπυνθάνετο Λακεδαιμονίους αὐτόθι παρασκευάζειν…
Xenophon, Hellenica
-
…, ἔχουσαν κακῶς ὑπό τε τῶν πολέμων καὶ στάσεων καὶ λιμοῦ. Θράσυλλος δὲ σὺν τῇ ἄλλῃ στρατιᾷ εἰς Ἀθήνας κατέπλευσε · πρὶν δὲ ἥκειν αὐτὸν οἱ Ἀθηναῖοι στρατηγοὺς εἵλοντο Ἀλκιβιάδην μὲν φεύγοντα καὶ Θρασύβουλον ἀπόντα, Κόνωνα δὲ τρίτον ἐκ…
Xenophon, Hellenica
-
…, Ἄρακος, Εὐάρχιππος, Παντακλῆς, Πιτύας, Ἀρχύτας, Εὔδιος, ἐφʼ οὗ Λύσανδρος πράξας τὰ εἰρημένα οἴκαδε κατέπλευσεν. οἱ δὲ τριάκοντα ᾑρέθησαν μὲν ἐπεὶ τάχιστα τὰ μακρὰ τείχη καὶ τὰ περὶ τὸν Πειραιᾶ καθῃρέθη · αἱρεθέντες δὲ…
Xenophon, Hellenica
-
…μὲν γὰρ τεσσεράκοντά σφι νέες διεφθάρησαν, αἱ δὲ εἴκοσι αἱ περιεοῦσαι ἦσαν ἄχρηστοι · ἀπεστράφατο γὰρ τοὺς ἐμβόλους. καταπλώσαντες δὲ ἐς τὴν Ἀλαλίην ἀνέλαβον τὰ τέκνα καὶ τὰς γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ὅσην οἷαί τε ἐγίνοντο αἱ νέες…
Herodotus, The Histories
-
…καὶ τρίτον Φιλοκλέα. τῶν δὲ ναυμαχησάντων στρατηγῶν Πρωτόμαχος μὲν καὶ Ἀριστογένης οὐκ ἀπῆλθον εἰς Ἀθήνας, τῶν δὲ ἓξ καταπλευσάντων, Περικλέους καὶ Διομέδοντος καὶ Λυσίου καὶ Ἀριστοκράτους καὶ Θρασύλλου καὶ Ἐρασινίδου, Ἀρχέδημος ὁ τοῦ δήμου τότε προεστηκὼς ἐν…
Xenophon, Hellenica
-
…φυγὴ τῶν Πελοποννησίων ἐγένετο εἰς Χίον, πλείστων δὲ καὶ εἰς Φώκαιαν · οἱ δὲ Ἀθηναῖοι πάλιν εἰς τὰς Ἀργινούσας κατέπλευσαν. ἀπώλοντο δὲ τῶν μὲν Ἀθηναίων νῆες πέντε καὶ εἴκοσιν αὐτοῖς ἀνδράσιν ἐκτὸς ὀλίγων τῶν πρὸς τὴν γῆν προσενεχθέντων ,…
Xenophon, Hellenica