μετονομάζω
μετονομάζω, to call by a new name
- call by a new name, ἐκ τῶν αἰγέων . . αἰγίδας . . μετωνόμασαν called them by a new name—αἰγίδες, Hdt. 4.189; τὰς φυλὰς μετωνόμασε (sc. Cleisthenes) Id. 5.69, cf. Phld. Mus. p.50 K.:—Pass., take or receive a new name, ἀντὶ Λυδῶν μετονομασθῆναι ἐπὶ τοῦ βασιλέος Hdt. 1.94; Βάττος μετωνομάσθη took the name of B., Id. 4.155; καταφρόνησιν ἣ . . ὄνομα ἀφροσύνη μετωνόμασται Th. 1.122; καινῶς μετωνομασμένον new-fangled, Pl. Tht. 180a.
1. act. een andere naam geven.
2. pass. van naam veranderen.
- to call by a new name, αἰγίδας μετωνόμασαν called them by a new name— αἰγίδες, Hdt.:—Pass. to take or receive a new name, Hdt., Thuc.
-
…ἔθνεα πολλὰ παραμειψαμένους ἀπικέσθαι ἐς Ὀμβρικούς, ἔνθα σφέας ἐνιδρύσασθαι πόλιας καὶ οἰκέειν τὸ μέχρι τοῦδε. ἀντὶ δὲ Λυδῶν μετονομασθῆναι αὐτοὺς ἐπὶ τοῦ βασιλέος τοῦ παιδός, ὅς σφεας ἀνήγαγε, ἐπὶ τούτου τὴν ἐπωνυμίην ποιευμένους ὀνομασθῆναι Τυρσηνούς. Λυδοὶ…
Herodotus, The Histories
-
…μὲν Ὀκτάουιος ὄνομα ἦν, Καίσαρι δὲ πρὸς γένους ὢν καὶ θετὸς ἐν διαθήκαις ὑπʼ αὐτοῦ γενόμενος Καῖσαρ ἐκ τοῦδε μετωνομάζετο. ἐπὶ δὲ τῇ διαιρέσει τῇδε μετὰ βραχὺ συμπεσόντες, ὡς εἰκὸς ἦν, ἐς ἀλλήλους ὁ Καῖσαρ αὐτῶν συνέσει…
Appian, The Civil Wars
-
…, ὥσπερ ἐκ φαρέτρας ῥηματίσκια αἰνιγματώδη ἀνασπῶντες ἀποτοξεύουσι, κἂν τούτου ζητῇς λόγον λαβεῖν τί εἴρηκεν, ἑτέρῳ πεπλήξῃ καινῶς μετωνομασμένῳ. περανεῖς δὲ οὐδέποτε οὐδὲν πρὸς οὐδένα αὐτῶν · οὐδέ γε ἐκεῖνοι αὐτοὶ πρὸς ἀλλήλους, ἀλλʼ εὖ πάνυ φυλάττουσι…
Plato, Theaetetus
-
…καὶ τῆς ἀσφαλείας ἅμα φροντίζων, διίστησι τοὺς σωματοφύλακας ἔν τινι τῶν ὑπογείων ἀφωτίστῳ, κατέκειτο δὲ ἐν τῇ βάρει μετονομασθείσῃ δὲ Ἀντωνίᾳ, καὶ προσέταξεν ἀνόπλου μὲν ἅπτεσθαι μηδένα, κτείνειν δὲ τὸν Ἀντίγονον, ἂν ὡπλισμένος πρὸς αὐτὸν εἰσίῃ…
Flavius Josephus, Antiquities of the Jews
-
…δὲ ὁ μὲν βασιλεὺς τῶν Περσῶν ἐτελεύτησεν ἄρξας ἔτη τρία πρὸς τοῖς τετταράκοντα, τὴν δὲ βασιλείαν διεδέξατο Ὦχος ὁ μετονομασθεὶς Ἀρταξέρξης, καὶ ἐβασίλευσεν ἔτη τρία πρὸς τοῖς εἴκοσι · τοῦ γὰρ Ἀρταξέρξου καλῶς βεβασιλευκότος καὶ γενομένου παντελῶς εἰρηνικοῦ καὶ…
Diodorus Siculus, Library
-
…που καὶ τὸ Βέρμιον ὄρος, ὃ πρότερον κατεῖχον Βρίγες Θρᾳκῶν ἔθνος, ὧν τινες διαβάντες εἰς τὴν Ἀσίαν Φρύγες μετωνομάσθησαν · μετὰ δὲ Θεσσαλονίκειάν ἐστι τὰ λοιπὰ τοῦ Θερμαίου κόλπου μέχρι τοῦ Καναστραίου. τοῦτο δʼ ἐστὶν ἄκρα χερρονησίζουσα ,…
Strabo, Geography
-
…καταλειφθέντες στρατηγοὶ χειρωσάμενοι πάλιν ὑπακούειν ἠνάγκασαν. Ἡρώδης δὲ πλέων σὺν τοῖς παισὶν ὡς ἐγένετο κατὰ Κιλικίαν ἐν Ἐλαιούσῃ τῇ μετωνομασμένῃ νῦν Σεβαστῇ καταλαμβάνει τὸν βασιλέα τῆς Καππαδοκίας Ἀρχέλαον, ὃς αὐτὸν ἐκδέχεται φιλοφρόνως ἡδόμενος ἐπὶ ταῖς τῶν παίδων διαλλαγαῖς καὶ…
Flavius Josephus, Antiquities of the Jews
-
…Φλιάσιοί φασι Κόρκυραν καὶ Αἴγιναν καὶ Θήβην · ἀπὸ μὲν δὴ Κορκύρας καὶ Αἰγίνης τὰς νήσους Σχερίαν καὶ Οἰνώνην καλουμένας μετονομασθῆναι, ἀπὸ δὲ Θήβης τὴν ὑπὸ τῇ Καδμείᾳ κληθῆναι. Θηβαῖοι δὲ οὐχ ὁμολογοῦσι, φάμενοι τοῦ Βοιωτίου τὴν Θήβην…
Pausanias, Description of Greece
-
…ἐμιμήσατο. ὡς γὰρ δὴ τὸν Ἀθηναίων δῆμον πρότερον ἀπωσμένον τότε πάντων πρὸς τὴν ἑωυτοῦ μοῖραν προσεθήκατο, τὰς φυλὰς μετωνόμασε καὶ ἐποίησε πλεῦνας ἐξ ἐλασσόνων · δέκα τε δὴ φυλάρχους ἀντὶ τεσσέρων ἐποίησε, δέκαχα δὲ καὶ τοὺς δήμους κατένειμε…
Herodotus, The Histories
-
…ἐγένοντο παῖδες, καὶ εἰς τοὺς τρεῖς ἧκεν ἡ ἀρχιερωσύνη, καθὼς δεδηλώκαμεν. ὁ μὲν οὖν Ἰησοῦς Ἰάσονα αὑτὸν μετωνόμασεν, ὁ δὲ Ὀνίας ἐκλήθη Μενέλαος. στασιάσαντος οὖν τοῦ προτέρου ἀρχιερέως Ἰησοῦ πρὸς τὸν μετὰ ταῦτα κατασταθέντα Μενέλαον καὶ…
Flavius Josephus, Antiquities of the Jews