ζήω
ζήω, to live (LSJ ζῶ)
1. leven, levend zijn, van pers., dieren en planten:
2. leven, zich onderhouden, met dat.:
3. leven, het leven doorbrengen (=
4. overdr. leven, van kracht zijn, krachtig zijn:
-
…ἀντὶ τούτου δὴ ἕλωμαι ὧν εὖ οἶδά τι κακῶν ὄντων τούτου τιμησάμενος ; πότερον δεσμοῦ ; καὶ τί με δεῖ ζῆν ἐν δεσμωτηρίῳ, δουλεύοντα τῇ ἀεὶ καθισταμένῃ ἀρχῇ, τοῖς ἕνδεκα ; ἀλλὰ χρημάτων καὶ δεδέσθαι ἕως ἂν ἐκτείσω ;…
Plato, Apology
-
…οὖν ἄν τις εἴποι · σιγῶν δὲ καὶ ἡσυχίαν ἄγων, ὦ Σώκρατες, οὐχ οἷός τʼ ἔσῃ ἡμῖν ἐξελθὼν ζῆν ; τουτὶ δή ἐστι πάντων χαλεπώτατον πεῖσαί τινας ὑμῶν. ἐάντε γὰρ λέγω ὅτι τῷ θεῷ ἀπειθεῖν τοῦτʼ ἐστὶν καὶ…
Plato, Apology
-
…καὶ παιδεύσεις, ξένους ποιήσας, ἵνα καὶ τοῦτο ἀπολαύσωσιν ; ἢ τοῦτο μὲν οὔ, αὐτοῦ δὲ τρεφόμενοι σοῦ ζῶντος βέλτιον θρέψονται καὶ παιδεύσονται μὴ συνόντος σοῦ αὐτοῖς ; οἱ γὰρ ἐπιτήδειοι οἱ σοὶ ἐπιμελήσονται αὐτῶν. πότερον ἐὰν μὲν…
Plato, Crito
-
…ταῦτα μὲν οὖν ὅτι οὕτως ἔχει μανθάνω, ἀλλʼ οὐχ ὡς σὺ τὸ πρῶτον ἐτίθεσο · εἰ δὲ καὶ ἄμεινον ζῶσιν οἱ δίκαιοι τῶν ἀδίκων καὶ εὐδαιμονέστεροί εἰσιν, ὅπερ τὸ ὕστερον προυθέμεθα σκέψασθαι, σκεπτέον. φαίνονται μὲν οὖν καὶ…
Plato, Republic
-
…ὅμοιος εἶναι καὶ πρότερον · καὶ τόνδε δὲ αὖ σκόπει εἰ ἔτι μένει ἡμῖν ἢ οὔ, ὅτι οὐ τὸ ζῆν περὶ πλείστου ποιητέον ἀλλὰ τὸ εὖ ζῆν. ἀλλὰ μένει. τὸ δὲ εὖ καὶ καλῶς καὶ δικαίως ὅτι ταὐτόν…
Plato, Crito
-
…. πότερον οὖν φεύξῃ τάς τε εὐνομουμένας πόλεις καὶ τῶν ἀνδρῶν τοὺς κοσμιωτάτους ; καὶ τοῦτο ποιοῦντι ἆρα ἄξιόν σοι ζῆν ἔσται ; ἢ πλησιάσεις τούτοις καὶ ἀναισχυντήσεις διαλεγόμενος τίνας λόγους, ὦ Σώκρατες ; ἢ οὕσπερ ἐνθάδε, ὡς ἡ…
Plato, Crito
-
…θεοὺς ἀσεβεῖσθαι, τὸ μὲν πρῶτον πέμψαντες κήρυκας ἐδέοντο αὐτῶν δοῦναι τῶν νεκρῶν ἀναίρεσιν, νομίζοντες ἀνδρῶν μὲν ἀγαθῶν εἶναι ζῶντας τοὺς ἐχθροὺς τιμωρήσασθαι, ἀπιστούντων δὲ σφίσιν αὐτοῖς ἐν τοῖς τῶν τεθνεώτων σώμασι τὴν εὐψυχίαν ἐπιδείκνυσθαι · οὐ δυνάμενοι δὲ…
Lysias, Speeches
-
…τοὺς ἀγαθοὺς ἀποθνῄσκειν, τῇ μὲν πατρίδι τὰ τροφεῖα ἀποδόντες, τοῖς δὲ θρέψασι λύπας καταλιπόντες. ὥστε ἄξιον τοῖς ζῶσι τούτους ποθεῖν καὶ σφᾶς αὐτοὺς ὀλοφύρεσθαι καὶ τοὺς προσήκοντας αὐτῶν ἐλεεῖν τοῦ ἐπιλοίπου βίου. τίς γὰρ αὐτοῖς ἔτι ἡδονὴ…
Lysias, Speeches
-
…· ὅτι δὲ γέρων ἀνήρ, σμικροῦ χρόνου τῷ βίῳ λοιποῦ ὄντος ὡς τὸ εἰκός, ἐτόλμησας οὕτω γλίσχρως ἐπιθυμεῖν ζῆν, νόμους τοὺς μεγίστους παραβάς, οὐδεὶς ὃς ἐρεῖ ; ἴσως, ἂν μή τινα λυπῇς · εἰ δὲ μή…
Plato, Crito
-
…εὑρίσκων ἑαυτοῦ ἐν τῷ βίῳ πολλὰ ἀδικήματα καὶ ἐκ τῶν ὕπνων, ὥσπερ οἱ παῖδες, θαμὰ ἐγειρόμενος δειμαίνει καὶ ζῇ μετὰ κακῆς ἐλπίδος · τῷ δὲ μηδὲν ἑαυτῷ ἄδικον συνειδότι ἡδεῖα ἐλπὶς ἀεὶ πάρεστι καὶ ἀγαθὴ γηροτρόφος, ὡς καὶ…
Plato, Republic