πλησιόχωρος
πλησιόχωρος, near a country, bordering upon
- adjacent, bordering upon, τισι Hdt. 3.97: more freq. abs., οἱ π. ib. 89, 4.13, al., Pl. Lg. 737c; οἱ π. βάρβαροι Th. 2.68: sg., τὸν σαυτοῦ π. Ar. V. 393.
- near a country, bordering upon, τινι Hdt.; absol., οἱ πλ. persons who live in the next country, next neighbours, Lat. finitimi, Hdt., Thuc.
-
…πρῶτον ἐποιήσαντο, ὕστερον δὲ ἐν τῷ πολέμῳ τήνδε τὴν στρατείαν ποιοῦνται αὑτῶν τε καὶ Χαόνων καὶ ἄλλων τινῶν τῶν πλησιοχώρων βαρβάρων · ἐλθόντες τε πρὸς τὸ Ἄργος τῆς μὲν χώρας ἐκράτουν, τὴν δὲ πόλιν ὡς οὐκ ἐδύναντο ἑλεῖν προσβαλόντες…
Thucydides, The Peloponnesian War
-
…ἐπινεμητέον. ὄγκος δὴ πλήθους ἱκανὸς οὐκ ἄλλως ὀρθῶς γίγνοιτʼ ἂν λεχθεὶς ἢ πρὸς τὴν γῆν καὶ πρὸς τὰς τῶν πλησιοχώρων πόλεις · γῆ μὲν ὁπόση πόσους σώφρονας ὄντας ἱκανὴ τρέφειν, πλείονος δὲ οὐδὲν προσδεῖ, πλήθους δέ, ὁπόσοι…
Plato, Laws
-
…θεωρήμασιν, ἀπέκρινε δὲ ἀπὸ τῶν πολλῶν ἐξ ἀρχῆς ὁ λόγος μοι τὰ ἐς συγγραφὴν ἀνήκοντα. Ἐλευσῖνι δὲ ἤδη πλησιόχωρος ; ἡ ; καλουμένη Μεγαρίς · τῆς Ἀθηναίων ἦν καὶ αὕτη τὸ ἀρχαῖον, Πύλα τοῦ βασιλέως καταλιπόντος Πανδίονι .…
Pausanias, Description of Greece
-
…τῆς πόλεως ἀξίωμα τηρεῖν, ἅμα δὲ διὰ τὴν Θηβαίων ἀπώλειαν ἐκπεπληγμένος τὸ δεινὸν περίφοβος καθειστήκει, νουθετούμενος τοῖς τῶν πλησιοχώρων ἀτυχήμασι. πολλῶν δὲ λόγων γινομένων κατὰ τὴν ἐκκλησίαν Φωκίων μὲν ὁ χρηστός, ἀντιπολιτευόμενος τοῖς περὶ τὸν Δημοσθένην ,…
Diodorus Siculus, Library
-
…ἐστὶ Μιλησίων. ἐμοναρχεῖτο δὲ πολὺν χρόνον ὑπὸ δυναστῶν τῶν περὶ Λεύκωνα καὶ Σάτυρον καὶ Παιρισάδην αὕτη τε καὶ αἱ πλησιόχωροι κατοικίαι πᾶσαι αἱ περὶ τὸ στόμα τῆς Μαιώτιδος ἑκατέρωθεν μέχρι Παιρισάδου τοῦ Μιθριδάτῃ παραδόντος τὴν ἀρχήν. ἐκαλοῦντο δὲ τύραννοι…
Strabo, Geography
-
…Ἀθηναίων καὶ Περδίκκας ἐξήγαγον τὸν στρατόν, οἱ μὲν Χαλκιδῆς νομίζοντες ἐπὶ σφᾶς πρῶτον ὁρμήσειν τοὺς Ἀθηναίους καὶ ἅμα αἱ πλησιόχωροι πόλεις αὐτῶν αἱ οὐκ ἀφεστηκυῖαι ξυνεπῆγον κρύφα, Περδίκκας δὲ πολέμιος μὲν οὐκ ὢν ἐκ τοῦ φανεροῦ, φοβούμενος δὲ…
Thucydides, The Peloponnesian War
-
…τῶν ἐσομένων · ἐπὶ γὰρ τιμωρίᾳ τῶν ἐχθρῶν ἀνάγκη τὸν πολεμήσοντα σὺν αὑτοῖς ἔχειν, καὶ οὐδὲν ἄτοπον εἶναι τῶν πλησιοχώρων βασιλευομένων τὴν αὐτὴν ἔχειν αὐτοὺς πολιτείαν. ὁρῶν δʼ αὐτοὺς μηδʼ ὑπὸ τῶν προειρημένων ἀπεστραμμένους ὁ Σαμουῆλος, ἀλλʼ ἐπιμένοντας…
Flavius Josephus, Antiquities of the Jews
-
…συγκατακτᾶσθαι προήχθησαν, ὧν Ἀντίοχός τε ἦν ὁ βασιλεὺς καὶ Φίλιππος καὶ Περσεύς. καὶ Ἰλλυριῶν δὲ καὶ Θρᾳκῶν οἱ πλησιόχωροι τοῖς τε Ἕλλησι καὶ Μακεδόσιν ἀρχὰς ἔλαβον τοῦ πρὸς Ῥωμαίους πολέμου, καὶ διετέλεσαν πολεμοῦντες μέχρι καταλύσεως ἁπάντων τῶν ἐντὸς…
Strabo, Geography
-
…τὴν Παιονίαν καὶ τὴν Ἰλλυρίδα καὶ τὰς ὁμόρους ταύταις χώρας καὶ πολλοὺς τῶν κατοικούντων βαρβάρων ἀφεστηκότας χειρωσάμενος ὑπηκόους πάντας τοὺς πλησιοχώρους βαρβάρους ἐποιήσατο. περὶ ταῦτα δʼ ὄντος αὐτοῦ παρῆσάν τινες ἀπαγγέλλοντες πολλοὺς τῶν Ἑλλήνων νεωτερίζειν καὶ πολλὰς τῆς Ἑλλάδος πόλεις…
Diodorus Siculus, Library
-
…τὸ πολύτρητον τῆς χώρας καὶ τὸ εὔσειστον · εἰ γάρ τις ἄλλη, καὶ ἡ Λαοδίκεια εὔσειστος, καὶ τῆς πλησιοχώρου δὲ Κάρουρα. ὅριον δέ ἐστι τῆς Φρυγίας καὶ τῆς Καρίας τὰ Κάρουρα · κώμη δʼ ἐστὶν αὕτη πανδοχεῖα ἔχουσα…
Strabo, Geography