ἠρεμέω
ἠρεμέω, to keep quiet, be at rest
- to be still, keep quiet, be at rest, opp. κινέομαι, Hp. Fract. 6, Arist. Ph. 238b23, al., Aristox. Harm. p.12 M.; τὸ ἠρεμοῦν, opp. τὸ κινούμενον, Pythag. ap. Arist. Metaph. 986a24; of the object of knowledge, Pl. Phd. 96b, Arist. APo. 100a6; ἐν τοῖς νόμοις ἠρεμοῦντες διαμένειν X. Ages. 7.3; acquiesce in a verdict, Pl. Lg. 956d; ἠ. τῇ διανοίᾳ Arr. Epict. 2.21.22: acc. to Stoics, only of animate beings, Stoic. 2.161.
- 2 to be unmoved, remain fixed, μόνος οὗτος ἠ. ὁ λόγος Pl. Grg. 527b, cf. Lg. 891a.
- 3 c. inf., refrain from doing . ., Luc. Jud.Voc. 4 (s.v.l.).
- to keep quiet, be at rest, Xen., Plat.
-
…δὲ ἐς τὸ συμπόσιον τῶν ὁπλιτῶν οἱ μὲν ἐξανίσταντο σὺν θορύβῳ καὶ δέει, ὁ δὲ τῶν ὁπλιτῶν λοχαγὸς ἐκέλευεν ἠρεμεῖν κατακλιθέντας, τὸν δὲ Σάλουιον, ὡς εἶχε, τῆς κόμης ἐπισπάσας ὑπὲρ τὴν τράπεζαν, ἐς ὅσον ἔχρῃζε ,…
Appian, The Civil Wars
-
…μεγίστη βοήθεια, διότι τὰ περὶ νόμους προστάγματα ἐν γράμμασι τεθέντα, ὡς δώσοντα εἰς πάντα χρόνον ἔλεγχον, πάντως ἠρεμεῖ, ὥστε οὔτʼ εἰ χαλεπὰ κατʼ ἀρχὰς ἀκούειν ἐστὶν φοβητέον, ἅ γʼ ἔσται καὶ τῷ δυσμαθεῖ πολλάκις ἐπανιόντι σκοπεῖν…
Plato, Laws
-
…βίον ζῆν ἢ τοῦτον, ὅσπερ καὶ ἐκεῖσε φαίνεται συμφέρων. ἀλλʼ ἐν τοσούτοις λόγοις τῶν ἄλλων ἐλεγχομένων μόνος οὗτος ἠρεμεῖ ὁ λόγος, ὡς εὐλαβητέον ἐστὶν τὸ ἀδικεῖν μᾶλλον ἢ τὸ ἀδικεῖσθαι, καὶ παντὸς μᾶλλον ἀνδρὶ μελετητέον οὐ τὸ…
Plato, Gorgias
-
…ἐὰν δὲ πάλιν ἡττηθῇ, τὴν ἡμιολίαν τοῦ τιμήματος ἀποτινέτω. ἐὰν δὲ ὁ διώκων ἡττηθεὶς ἐν τοῖς πρώτοις μὴ ἠρεμῇ, εἰς δὲ τοὺς δευτέρους ἴῃ, νικήσας μὲν δὴ τὸ πέμπτον μέρος ἀπολαμβανέτω, νικηθεὶς δὲ ἀποτινέτω ταὐτὸν μέρος…
Plato, Laws
-
…ποτὲ γενέσθαι, καὶ δὴ καὶ περὶ τῆς ἄλλης ἀρετῆς ὁ αὐτὸς λόγος ἂν εἴη, πόλις τε οὐδεμία ἂν ἠρεμήσαι κατὰ νόμους οὐδʼ οὑστινασοῦν ἀνδρῶν οἰομένων ἀναλίσκειν μὲν δεῖν πάντα εἰς ὑπερβολάς, ἀργῶν δὲ εἰς ἅπαντα ἡγουμένων αὖ δεῖν…
Plato, Letters
-
…, καθʼ ὅσον γιγνώσκεται, κατὰ τοσοῦτον κινεῖσθαι διὰ τὸ πάσχειν, ὃ δή φαμεν οὐκ ἂν γενέσθαι περὶ τὸ ἠρεμοῦν. ὀρθῶς. τί δὲ πρὸς Διός ; ὡς ἀληθῶς κίνησιν καὶ ζωὴν καὶ ψυχὴν καὶ φρόνησιν ἦ ῥᾳδίως πεισθησόμεθα…
Plato, Sophist
-
…καὶ ὁρᾶν καὶ ὀσφραίνεσθαι, ἐκ τούτων δὲ γίγνοιτο μνήμη καὶ δόξα, ἐκ δὲ μνήμης καὶ δόξης λαβούσης τὸ ἠρεμεῖν, κατὰ ταῦτα γίγνεσθαι ἐπιστήμην ; καὶ αὖ τούτων τὰς φθορὰς σκοπῶν, καὶ τὰ περὶ τὸν οὐρανόν τε καὶ…
Plato, Phaedo
-
…ἐξ αὐτῆς ταύτης τῆς μεταβολῆς εἰς ἄλλην. δῆλον δὴ ὅτι ἂν νοσήσῃ, μεταβεβληκὸς ἔσται εἰς ὁποιανοῦν ἐνδέχεται γὰρ ἠρεμεῖν καὶ ἔτι εἰς μὴ τὴν τυχοῦσαν ἀεί · κἀκείνη ἔκ τινος εἴς τι ἄλλο ἔσται · ὥσθʼ ἡ ἀντικειμένη ἔσται…
Aristotle, Metaphysics
-
…χαριζόμενος οὔτʼ ἐπὶ τὰς ἄκρας ἔσπευσεν οὔτε τὰ ταμιεῖα τῶν πατρῴων χρημάτων ἀπέκλεισεν Ἀρχελάῳ, μέχρι δὲ τῆς Καίσαρος διαγνώσεως ἠρεμήσειν ὑπέσχετο καὶ διέτριβεν ἐπὶ τῆς Καισαρείας. ὡς δὲ τῶν ἐμποδιζόντων ὁ μὲν εἰς Ἀντιόχειαν ἀπῆρεν, Ἀρχέλαος δὲ εἰς…
Flavius Josephus, Jewish War
-
…ἔτι σῳζομένων τὰ πολλὰ πεπονηκότα. προστησάμενος οὖν τὸν Καλουισίου στόλον, ἐπεσκεύαζε τὰ ἐπείγοντα · τῶν σκαφῶν πλαγιάσας, ἠρεμούντων καὶ τῶν πολεμίων, εἴτε διὰ Καλουίσιον εἴτε αὖθις ἀναγομένοις ἐπιθέσθαι διεγνωκότων. ὧδε δὲ ἐχόντων ἑκατέρων, ἐκ μέσης…
Appian, The Civil Wars