ὁμώνυμος
ὁμώνυμος, having the same name
- having the same name, Il. 17.720, Pi. I. 7(6).24, etc.; τινι with one, Th. 2.68, Pl. R. 330b, etc.; τὸν ὁ. ἐμαυτῷ my own namesake, D. 3.21, cf. Isoc. 11.10.
- II Subst., ὁ. τινός Pi. Fr. 105, Hdt. 3.67, Pl. Sph. 218b, 234b; ὁ σαυτοῦ ὁ. your namesake, Id. Prt. 311b; ὁ σὸς ὁ. Id. Tht. 147d; ἡ ὁ. αὐτῆς Luc. Im. 20.
- III of like kind, πάντα τὰ ἐκείνοις ὁ. Pl. Phd. 78e, cf. Prm. 133d.
- IV in the Logic of Arist., τὰ ὁ. are things having the same name but different natures and definitions, things denoted by equivocal or ambiguous words, Cat.1a1, cf. EN 1096b27. Adv. -μως equivocally, ib. 1129a30, de An. 412b14, al., cf. Thphr. CP 1.22.1.
[ὁμός + ὄνυμα, Aeolic form of ὄνομα.]
Bearing the same name Il. 17.720.
- 1of the same name μάτρωί θʼ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος I. 7.24 ]ν ὁμωνυμο[ Πα. 10. b. 6. [ζαθέων ἱερῶν ὁμώνυμε πάτερ (v. l. ἐπώνυμε) fr. 105. 2.] ὀλβίων ὁμώνυμε Δαρδανιδᾶν (v. l. ἐπώνυμε: sc. Alexandros, son of Amyntas) fr. 120.
- Ihaving the same name, Il., etc.; τινι with one, Thuc., etc.; τὸν ὁμ. ἐμαυτῷ my own namesake, Dem.:—as Subst., c. gen., ὁ σαυτοῦ or ὁ σὸς ὁμώνυμος your namesake, Plat.
- IIof like kind, Plat.
-
…ἐκείνῳ μισθὸν ὑπὲρ σεαυτοῦ, ὡς παρὰ τίνα ἀφιξόμενος καὶ τίς γενησόμενος ; ὥσπερ ἂν εἰ ἐπενόεις παρὰ τὸν σαυτοῦ ὁμώνυμον ἐλθὼν Ἱπποκράτη τὸν Κῷον, τὸν τῶν Ἀσκληπιαδῶν, ἀργύριον τελεῖν ὑπὲρ σαυτοῦ μισθὸν ἐκείνῳ, εἴ τίς σε ἤρετο…
Plato, Protagoras
-
…ὦ Σώκρατες ; μέσος τις γέγονα χρηματιστὴς τοῦ τε πάππου καὶ τοῦ πατρός. ὁ μὲν γὰρ πάππος τε καὶ ὁμώνυμος ἐμοὶ σχεδόν τι ὅσην ἐγὼ νῦν οὐσίαν κέκτημαι παραλαβὼν πολλάκις τοσαύτην ἐποίησεν, Λυσανίας δὲ ὁ πατὴρ ἔτι ἐλάττω αὐτὴν…
Plato, Republic
-
…μετὰ τὰ Τρωικὰ οἴκαδε ἀναχωρήσας καὶ οὐκ ἀρεσκόμενος τῇ ἐν Ἄργει καταστάσει Ἀμφίλοχος ὁ Ἀμφιάρεω ἐν τῷ Ἀμπρακικῷ κόλπῳ, ὁμώνυμον τῇ ἑαυτοῦ πατρίδι Ἄργος ὀνομάσας καὶ ἦν ἡ πόλις αὕτη μεγίστη τῆς Ἀμφιλοχίας καὶ τοὺς δυνατωτάτους εἶχεν οἰκήτορας, ὑπὸ…
Thucydides, The Peloponnesian War
-
…μάλʼ ὦκα νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου · αὐτὰρ ὄπισθε νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ μίμνομεν ὀξὺν Ἄρηα παρʼ ἀλλήλοισι μένοντες. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ…
Homer, Iliad
-
…τὸ ἀγαθὸν κοινόν τι κατὰ μίαν ἰδέαν. ἀλλὰ πῶς δὴ λέγεται ; οὐ γὰρ ἔοικε τοῖς γε ἀπὸ τύχης ὁμωνύμοις. ἀλλʼ ἆρά γε τῷ ἀφʼ ἑνὸς εἶναι ἢ πρὸς ἓν ἅπαντα συντελεῖν, ἢ μᾶλλον κατʼ ἀναλογίαν ; ὡς…
Aristotle, Nicomachean Ethics
-
…νόμος ὁ περὶ τῆς γῆς ἐκυροῦτο. Διανέμειν τε αὐτὴν ἐκεχειροτόνηντο πρῶτοι Γράκχος αὐτός, ὁ νομοθέτης, καὶ ἀδελφὸς ὁμώνυμος ἐκείνου καὶ ὃς ἐκήδευε τῷ νομοθέτῃ Κλαύδιος Ἄππιος, πάνυ τοῦ δήμου καὶ ὣς δεδιότος, μὴ τὸ ἔργον ἐκλειφθείη…
Appian, The Civil Wars
-
…οὖσαν ἀνηυρήκειν σαφεστέραν καὶ ἀσαφεστέραν ἄλλην ἄλλης ; πάνυ μὲν οὖν. ἐν τούτοις δὲ ἆρʼ οὔ τινα τέχνην ὡς ὁμώνυμον φθεγξάμενος, εἰς δόξαν καταστήσας ὡς μιᾶς, πάλιν ὡς δυοῖν ἐπανερωτᾷ τούτοιν αὐτοῖν τὸ σαφὲς καὶ τὸ καθαρὸν περὶ…
Plato, Philebus
-
…τὸν μέν γε οὖν ὑμεῖς κατὰ τὴν τοῦ προσώπου φύσιν ὅμοιον ἐμοὶ φαίνεσθαί φατε, τοῦ δʼ ἡμῖν ἡ κλῆσις ὁμώνυμος οὖσα καὶ ἡ πρόσρησις παρέχεταί τινα οἰκειότητα. δεῖ δὴ τούς γε συγγενεῖς ἡμᾶς ἀεὶ προθύμως διὰ λόγων ἀναγνωρίζειν .…
Plato, Statesman
-
…σχεδὸν ποικιλώτατον. οὐκοῦν τόν γʼ ὑπισχνούμενον δυνατὸν εἶναι μιᾷ τέχνῃ πάντα ποιεῖν γιγνώσκομέν που τοῦτο, ὅτι μιμήματα καὶ ὁμώνυμα τῶν ὄντων ἀπεργαζόμενος τῇ γραφικῇ τέχνῃ δυνατὸς ἔσται τοὺς ἀνοήτους τῶν νέων παίδων, πόρρωθεν τὰ γεγραμμένα ἐπιδεικνύς, λανθάνειν…
Plato, Sophist
-
…ὁμοιώματα εἴτε ὅπῃ δή τις αὐτὰ τίθεται, ὧν ἡμεῖς μετέχοντες εἶναι ἕκαστα ἐπονομαζόμεθα · τὰ δὲ παρʼ ἡμῖν ταῦτα ὁμώνυμα ὄντα ἐκείνοις αὐτὰ αὖ πρὸς αὑτά ἐστιν ἀλλʼ οὐ πρὸς τὰ εἴδη, καὶ ἑαυτῶν ἀλλʼ οὐκ ἐκείνων ὅσα αὖ…
Plato, Parmenides