σιτέω
σιτέω, take food, eat
- take food, eat, κλίσιον ἐν τῷ σιτέσκοντο Od. l.c., cf. Hdt. 1.94, 133, Pl. Ap. 36d; οἱ ἐν τῷ Μουσείῳ σιτούμενοι BGU 73.4 (ii A.D.), etc.
- 2 c. acc., feed on, eat, ἰχθῦς, καρποὺς σιτέεσθαι, Hdt. 1.200, 202, cf. 71; ἐλπίδας A. Ag. 1668; ἀπομαγδαλιάς Ar. Eq. 414; τὴν σοφίαν Id. Nu. l.c.; ὅπως, οἷς αὐτὸς σιτοῖτο σίτοις, τούτοις ὅμοια παρατίθοιτο αὐτ X. Cyr. 8.2.3; κρέας σ. Theoc. l.c.
- 3 eat of, ἀπό τινος Hld. 2.23; τινι Scymn. 854.
-
…ὑμετέρᾳ παρακελεύσει ; οὐκ ἔσθʼ ὅτι μᾶλλον, ὦ ἄνδρες Ἀθηναῖοι, πρέπει οὕτως ὡς τὸν τοιοῦτον ἄνδρα ἐν πρυτανείῳ σιτεῖσθαι, πολύ γε μᾶλλον ἢ εἴ τις ὑμῶν ἵππῳ ἢ συνωρίδι ἢ ζεύγει νενίκηκεν Ὀλυμπίασιν · ὁ μὲν γὰρ ὑμᾶς…
Plato, Apology
-
…οὐ διαλειπτέον, ἢν μή τι δέῃ ἢ διὰ φαρμακίην ἢ κλύσιν διαλιπεῖν. Καὶ τοῖσι μέν γε εἰθισμένοισι δὶς σιτέεσθαι τῆς ἡμέρης, δὶς δοτέον · τοῖσι δὲ μονοσιτέειν εἰθισμένοισιν, ἅπαξ δοτέον τὴν πρώτην, ἐκ προσαγωγῆς δὲ ,…
Hippocrates, Regimen in Acute Diseases
-
…ὦ βασιλεῦ, ἐπʼ ἄνδρας τοιούτους στρατεύεσθαι παρασκευάζεαι, οἳ σκυτίνας μὲν ἀναξυρίδας σκυτίνην δὲ τὴν ἄλλην ἐσθῆτα φορέουσι, σιτέονται δὲ οὐκ ὅσα ἐθέλουσι ἀλλʼ ὅσα ἔχουσι, χώρην ἔχοντες τρηχέαν. πρὸς δὲ οὐκ οἴνῳ διαχρέωνται ἀλλὰ ὑδροποτέουσι ,…
Herodotus, The Histories
-
…ὑστέραισιν ἡμέραις μέτειμʼ ἔτι. οὔκ, ἐὰν δαίμων, Ὀρέστην δεῦρʼ ἀπευθύνῃ μολεῖν. οἶδʼ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους. πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα. ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν .…
Aeschylus, Agamemnon
-
…, τῶν τὰ πάντα πλὴν ἑνὸς ἐς ἕλεά τε καὶ τενάγεα ἐκδιδοῖ · ἐν τοῖσι ἀνθρώπους κατοικῆσθαι λέγουσι ἰχθῦς ὠμοὺς σιτεομένους, ἐσθῆτι δὲ νομίζοντας χρᾶσθαι φωκέων δέρμασι. τὸ δὲ ἓν τῶν στομάτων τοῦ Ἀράξεω ῥέει διὰ καθαροῦ ἐς τὴν…
Herodotus, The Histories
-
…μὲν ῥίζας τὸ θέρος ὀρύσσοντες παντοίας · καρποὺς δὲ ἀπὸ δενδρέων ἐξευρημένους σφι ἐς φορβὴν κατατίθεσθαι ὡραίους, καὶ τούτους σιτέεσθαι τὴν χειμερινήν. ἄλλα δέ σφι ἐξευρῆσθαι δένδρεα καρποὺς τοιούσδε τινὰς φέροντα, τοὺς ἐπείτε ἂν ἐς τὠυτὸ συνέλθωσι κατὰ…
Herodotus, The Histories
-
…κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν. ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη, ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο. ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ…
Homer, Odyssey
-
…. σίτοισι δὲ ὀλίγοισι χρέωνται, ἐπιφορήμασι δὲ πολλοῖσι καὶ οὐκ ἁλέσι · καὶ διὰ τοῦτο φασὶ Πέρσαι τοὺς Ἕλληνας σιτεομένους πεινῶντας παύεσθαι, ὅτι σφι ἀπὸ δείπνου παραφορέεται οὐδὲν λόγου ἄξιον · εἰ δέ τι παραφέροιτο, ἐσθίοντας ἂν οὐ…
Herodotus, The Histories
-
…εἶναι τοῦ Ἴστρου · νήσους δὲ ἐν αὐτῷ Λέσβῳ μεγάθεα παραπλησίας συχνάς φασι εἶναι, ἐν δὲ αὐτῇσι ἀνθρώπους οἳ σιτέονται μὲν ῥίζας τὸ θέρος ὀρύσσοντες παντοίας · καρποὺς δὲ ἀπὸ δενδρέων ἐξευρημένους σφι ἐς φορβὴν κατατίθεσθαι ὡραίους, καὶ τούτους…
Herodotus, The Histories
-
…παραπλήσιος τούτῳ νόμος. νόμοι μὲν δὴ τοῖσι Βαβυλωνίοισι οὗτοι κατεστᾶσι · εἰσὶ δὲ αὐτῶν πατριαὶ τρεῖς αἳ οὐδὲν ἄλλο σιτέονται εἰ μὴ ἰχθῦς μοῦνον, τοὺς ἐπείτε ἂν θηρεύσαντες αὐήνωσι πρὸς ἥλιον, ποιεῦσι τάδε · ἐσβάλλουσι ἐς ὅλμον καὶ…
Herodotus, The Histories