περιπλέω
περιπλέω, to sail
- sail or swim round, abs., Hdt. 6.44, Ephipp. 5.16 (anap.), etc.; float, of an island, Hecat. 305J.: c. acc., Λιβύην, Πελοπόννησον, τὴν ἄκρην, τὴν Εὔβοιαν, Hdt. 4.42, 179, 5.108, 8.14; π. αὐτοὺς κύκλῳ Th. 2.84; ἀνὴρ πολλὰ περιπεπλευκώς Ar. Ra. 535; π. ἐκ τοῦ Κωρύκου Th. 8.34; ἀπʼ Ἰωνίας εἰς Κιλικίαν X. An. 1.2.21, cf. Th. 8.92; εἰς Πύλας D. 18.32; π. ἐκεῖσε X. HG 1.1.11.
- II metaph., to be unstable, slip about, Hp. Fract. 4.
- 2 recur, ἐς περίοδον π., of a headache, Aret. SD 1.2.
- III Pass., to be wrapped up, Heliod. ap. Orib. 44.23.20.
- to sail or swim round, absol., Hdt., etc.; ἀνὴρ πολλὰ περιπεπλευκώς a man of many voyages, Ar.; c. acc., π. Λιβύην, Πελοπόννησον, etc., Hdt., Thuc., etc.
-
…μάχῃ ἐκράτησαν. ἀνέμου δὲ κατιόντος μεγάλου χειμαζόμενοι ἐν ἀλιμένῳ χωρίῳ, οἱ μὲν πολλοὶ ἐπέβησαν ἐπὶ τὰς ναῦς καὶ περιέπλεον τὸν Ἰχθῦν καλούμενον τὴν ἄκραν ἐς τὸν ἐν τῇ Φειᾷ λιμένα, οἱ δὲ Μεσσήνιοι ἐν τούτῳ καὶ ἄλλοι τινὲς…
Thucydides, The Peloponnesian War
-
…τὰς ναῦς καὶ τὰ πλοῖα ταραχὴν παρέξειν, εἴ τʼ ἐκπνεύσειεν ἐκ τοῦ κόλπου τὸ πνεῦμα, ὅπερ ἀναμένων τε περιέπλει καὶ εἰώθει γίγνεσθαι ἐπὶ τὴν ἕω, οὐδένα χρόνον ἡσυχάσειν αὐτούς · καὶ τὴν ἐπιχείρησιν ἐφʼ ἑαυτῷ τε ἐνόμιζεν εἶναι…
Thucydides, The Peloponnesian War
-
…τούτῳ καὶ ἄλλοι τινὲς οἱ οὐ δυνάμενοι ἐπιβῆναι κατὰ γῆν χωρήσαντες τὴν Φειὰν αἱροῦσιν. καὶ ὕστερον αἵ τε νῆες περιπλεύσασαι ἀναλαμβάνουσιν αὐτοὺς καὶ ἐξανάγονται ἐκλιπόντες Φειάν, καὶ τῶν Ἠλείων ἡ πολλὴ ἤδη στρατιὰ προσεβεβοηθήκει. παραπλεύσαντες δὲ οἱ Ἀθηναῖοι…
Thucydides, The Peloponnesian War
-
…τῶν Πελοποννησίων νῆες ἐξ Ἀβύδου ἀνηγμέναι εἶεν εἰς Κύζικον, αὐτὸς μὲν πεζῇ ἦλθεν εἰς Σηστόν, τὰς δὲ ναῦς περιπλεῖν ἐκεῖσε ἐκέλευσεν. ἐπεὶ δʼ ἦλθον, ἀνάγεσθαι ἤδη αὐτοῦ μέλλοντος ὡς ἐπὶ ναυμαχίαν ἐπεισπλεῖ Θηραμένης εἴκοσι ναυσὶν ἀπὸ Μακεδονίας…
Xenophon, Hellenica
-
…ἔφυγον εἰς τὴν γῆν · καὶ συνορμίσαντες τὰς ναῦς ἐμάχοντο ἐπιπλέουσι τοῖς ἐναντίοις. Ἀλκιβιάδης δὲ ταῖς εἴκοσι τῶν νεῶν περιπλεύσας ἀπέβη εἰς τὴν γῆν. ἰδὼν δὲ ὁ Μίνδαρος, καὶ αὐτὸς ἀποβὰς ἐν τῇ γῇ μαχόμενος ἀπέθανεν · οἱ…
Xenophon, Hellenica
-
…ναυσὶ περὶ Πελοπόννησον Ἀθηναῖοι καὶ Κερκυραῖοι μετʼ αὐτῶν πεντήκοντα ναυσὶ προσβεβοηθηκότες καὶ ἄλλοι τινὲς τῶν ἐκεῖ ξυμμάχων ἄλλα τε ἐκάκουν περιπλέοντες καὶ ἐς Μεθώνην τῆς Λακωνικῆς ἀποβάντες τῷ τείχει προσέβαλον ὄντι ἀσθενεῖ καὶ ἀνθρώπων οὐκ ἐνόντων. ἔτυχε δὲ περὶ τοὺς…
Thucydides, The Peloponnesian War
-
…, ὅπως ἐκπλέοιεν διὰ βραχέος παραγιγνόμενοι, εἴ πῃ προσπίπτοιεν οἱ ἐναντίοι. οἱ δʼ Ἀθηναῖοι κατὰ μίαν ναῦν τεταγμένοι περιέπλεον αὐτοὺς κύκλῳ καὶ ξυνῆγον ἐς ὀλίγον, ἐν χρῷ αἰεὶ παραπλέοντες καὶ δόκησιν παρέχοντες αὐτίκα ἐμβαλεῖν · προείρητο δʼ αὐτοῖς…
Thucydides, The Peloponnesian War
-
…ἄκρα, ἐπεὶ ᾔσθετο ὅτι τὸ Μένωνος στράτευμα ἤδη ἐν Κιλικίᾳ ἦν εἴσω τῶν ὀρέων, καὶ ὅτι τριήρεις ἤκουε περιπλεούσας ἀπʼ Ἰωνίας εἰς Κιλικίαν Ταμὼν ἔχοντα τὰς Λακεδαιμονίων καὶ αὐτοῦ Κύρου. Κῦρος δʼ οὖν ἀνέβη ἐπὶ τὰ ὄρη οὐδενὸς…
Xenophon, Anabasis
-
…Καρκίνος τε ὁ Ξενοτίμου καὶ Πρωτέας ὁ Ἐπικλέους καὶ Σωκράτης ὁ Ἀντιγένους. καὶ οἱ μὲν ἄραντες τῇ παρασκευῇ ταύτῃ περιέπλεον, οἱ δὲ Πελοποννήσιοι χρόνον ἐμμείναντες ἐν τῇ Ἀττικῇ ὅσου εἶχον τὰ ἐπιτήδεια ἀνεχώρησαν διὰ Βοιωτῶν, οὐχ ᾗπερ ἐσέβαλον…
Thucydides, The Peloponnesian War
-
…ναῦς μία πολὺ πρὸ τῶν ἄλλων. ἔτυχε δὲ ὁλκὰς ὁρμοῦσα μετέωρος, περὶ ἣν ἡ Ἀττικὴ ναῦς φθάσασα καὶ περιπλεύσασα τῇ Λευκαδίᾳ διωκούσῃ ἐμβάλλει μέσῃ καὶ καταδύει. τοῖς μὲν οὖν Πελοποννησίοις γενομένου τούτου ἀπροσδοκήτου τε καὶ παρὰ λόγον φόβος…
Thucydides, The Peloponnesian War