ὑπισχνέομαι
ὑπισχνέομαι, ὑπισχνέομαι, undertake (to do + compl. inf.); promise, profess (+ indirect discourse inf.)
- take upon oneself, i. e. undertake to do, δείδω μὴ οὔ τίς τοι ὑπός χηται τόδε ἔργον Il. 10.39; τροφαῖσι βασιλικαῖσι καὶ παιδεύμασιν ἅπανθʼ ὑπισχνεῖθʼ ὡς ἀπὸ σπλάγχνων ἑῶν Ezek. Exag. 38 (s.v.l.): more freq., promise, ὑποσχέσθαι δʼ ἑκατόμβας Il. 6.115, cf. 23.195; ὅσσα τοι . . ὑπέσχετο δῶρα 9.263; βουλέων, ἅς τέ μοι αὐτὸς ὑ. 12.236, cf. 20.84; ὑ. δαπάνην τῇ στρατιῇ Hdt. 5.30; [πόλεσιν] ὀλιγαρχίαν Th. 8.48, etc.: with a thing as subject, τῆς τῶν ὀδόντων ἀναφυήσεως ὑπισχνουμένης τὴν τῶν στερεμνιωτέρων διαίρεσιν καὶ λείωσιν Sor. 1.116; τὰ στύφειν ὑπισχνούμενα ib. 120.
- b c. inf. fut., ὑπό τʼ ἔσχετο—καὶ κατένευσε—δωσέμεναι Il. 13.368, cf. Od. 4.6; ὑ.—καὶ κατένευσεν—Ἴλιον ἐκπέρσαντʼ . . ἀπονέεσθαι (for this Verb has a fut. sense) Il. 2.112, 9.19; ὑ. Ἑλένην . . δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν 22.114; ὑ. δυοκαίδεκα βοῦς . . ἱερευσέμεν 6.93; so in Trag. and Att., S. Ph. 615, E. Tr. 930, Pl. Phdr. 235d, etc.; also ὑ. ἦ μὴν . ., c. inf. fut., X. Cyr. 6.2.3: c. acc. et inf. fut., ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι . . τείσειν Od. 8.347, cf. A. Eu. 804.
- c c. inf. aor., only f.l., as in X. An. 1.2.2, 2.3.19 (where the variants παύσεσθαι, βουλεύσεσθαι are now accepted), while in Cyr. 2.2.12, 6.1.21, An. 7.2.24 he uses inf. fut.; in D. 42.17, for ἀποφαίνειν Cobet restores ἀποφανεῖν.
- d freq. with a neut. Adj., μεγάλα ὑ. Hdt. 2.152, al.: without acc., ὑπίσχεται ἀνδρὶ ἑκάστῳ she makes promises to each man, Od. 2.91; ὑπισχνέεται καὶ ὤμοσε Hdt. 9.109, cf. 5.51; ἠρώτα αὐτὴν εἰ ἐθελήσει διακονῆσαί οἱ, καὶ ἣ ὑπέσχετο τάχιστα Antipho 1.16; ὑποσχόμενος . ., ἃ ὑπεδέξατο οὐκ ἐπετέλει Th. 2.95.
- 2 c. inf. pres., profess that one is, profess to be, ὑ. οἷός τε εἶναι Hdt. 7.104; οὐδεὶς ὑπέσχετο εἰδέναι Id. 2.28, cf. Pl. Sph. 234b, Tht. 178e; also, profess to do a thing, ὑ. ποιεῖν ἄνδρας ἀγαθοὺς πολίτας Id. Prt. 319a, cf. Sph. 232d; θεοὺς ὑ. πείθειν Id. Lg. 909b; ὑ. συστρατεύεσθαι X. An. 7.7.31 (-σεσθαι Cobet); with ὡς, ὑ. ὡς . . ἐπίσταδαι Pl. Ion 541e.
- 3 consent, οὐχ ὑπέσχετο λαβεῖν τιμὴν (price) ἀλλʼ ἐχαρίσατο Sammelb. 7457.8 (ii B. C.).
1. beloven, met acc.:
2. verzekeren, stellig beweren,
- 13 sg. plup. ὑπέσχητο:— to promise or engage to do a thing, Il., Attic;—in Attic also, sometimes, to take upon oneself, i. e. to undertake to do, to promise a thing, c. acc., Hom.; with inf. aor., Xen.
- 2absol. to promise, make promises, Hdt.
- 3with inf. pres. to profess that one is, profess to be, Hdt., Plat.: also to profess to do a thing, Plat., Xen.
-
…ἕνεκα ἀπόλλυμαι. σὺ οὖν ταῦτα πάσχοντί μοι πρόθυμον παράσχου τὴν σεαυτοῦ δύναμιν εἰς τὴν ἐμὴν σωτηρίαν. ὁ δʼ ὑπέσχετο ταῦτα ποιήσειν. ἐδόκει δʼ αὐτῷ βέλτιον εἶναι πρὸς Θέογνιν μνησθῆναι · ἡγεῖτο γὰρ ἅπαν ποιήσειν αὐτόν, εἴ τις…
Lysias, Speeches
-
…πολεμίους ἔμελλεν ἐρεῖν, ὅμως ἐπετρέψατε αὐτῷ πατρίδα καὶ παῖδας καὶ γυναῖκας καὶ ὑμᾶς αὐτούς. ὁ δὲ ὧν μὲν ὑπέσχετο οὐδὲν ἔπραξεν, οὕτως δὲ ἐνετεθύμητο ὡς χρὴ μικρὰν καὶ ἀσθενῆ γενέσθαι τὴν πόλιν, ὥστε περὶ ὧν οὐδεὶς πώποτε…
Lysias, Speeches
-
…τῶν μεγίστων ἀξιούμενος, αὐτὸς ἐπαγγειλάμενος σώσειν τὴν πόλιν αὐτὸς ἀπώλεσε, φάσκων πρᾶγμα ηὑρηκέναι μέγα καὶ πολλοῦ ἄξιον. ὑπέσχετο δὲ εἰρήνην ποιήσειν μήτε ὅμηρα δοὺς μήτε τὰ τείχη καθελὼν μήτε τὰς ναῦς παραδούς · ταῦτα δὲ εἰπεῖν μὲν οὐδενὶ…
Lysias, Speeches
-
…λέγειν. ἆρα, ἔφην ἐγώ, ἕπομαί σου τῷ λόγῳ ; δοκεῖς γάρ μοι λέγειν τὴν πολιτικὴν τέχνην καὶ ὑπισχνεῖσθαι ποιεῖν ἄνδρας ἀγαθοὺς πολίτας. αὐτὸ μὲν οὖν τοῦτό ἐστιν, ἔφη, ὦ Σώκρατες, τὸ ἐπάγγελμα ὃ ἐπαγγέλλομαι…
Plato, Protagoras
-
…. καὶ τούτων ἐγὼ εἴτε τις χρηστὸς γίγνεται εἴτε μή, οὐκ ἂν δικαίως τὴν αἰτίαν ὑπέχοιμι, ὧν μήτε ὑπεσχόμην μηδενὶ μηδὲν πώποτε μάθημα μήτε ἐδίδαξα · εἰ δέ τίς φησι παρʼ ἐμοῦ πώποτέ τι μαθεῖν ἢ ἀκοῦσαι ἰδίᾳ ὅτι…
Plato, Apology
-
…ἔπεισαν Λύσανδρον φρουροὺς σφίσι συμπρᾶξαι ἐλθεῖν, ἕως δὴ τοὺς πονηροὺς ἐκποδὼν ποιησάμενοι καταστήσαιντο τὴν πολιτείαν · θρέψειν δὲ αὐτοὶ ὑπισχνοῦντο. ὁ δὲ πεισθεὶς τούς τε φρουροὺς καὶ Καλλίβιον ἁρμοστὴν συνέπραξεν αὐτοῖς πεμφθῆναι. οἱ δʼ ἐπεὶ τὴν φρουρὰν ἔλαβον…
Xenophon, Hellenica
-
…Σπαραδόκου, ἀδελφιδοῦ ὄντος καὶ μέγιστον μεθʼ ἑαυτὸν δυναμένου, ὥστʼ ἐν τάχει ἀπελθεῖν. τὸν δὲ Σεύθην κρύφα Περδίκκας ὑποσχόμενος ἀδελφὴν ἑαυτοῦ δώσειν καὶ χρήματα ἐπʼ αὐτῇ προσποιεῖται. καὶ ὁ μὲν πεισθεὶς καὶ μείνας τριάκοντα τὰς πάσας ἡμέρας ,…
Thucydides, The Peloponnesian War
-
…ἦσαν τὰς ἀκροπόλεις φυλάττειν. ἐκάλεσε δὲ καὶ τοὺς Μίλητον πολιορκοῦντας, καὶ τοὺς φυγάδας ἐκέλευσε σὺν αὐτῷ στρατεύεσθαι, ὑποσχόμενος αὐτοῖς, εἰ καλῶς καταπράξειεν ἐφʼ ἃ ἐστρατεύετο, μὴ πρόσθεν παύσεσθαι πρὶν αὐτοὺς καταγάγοι οἴκαδε. οἱ δὲ ἡδέως…
Xenophon, Anabasis
-
…ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι, οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα, οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι Δαρδανίδης Πρίαμος · οὐδʼ ὧς σέ γε πότνια…
Homer, Iliad
-
…εἴσατο φωνήν · τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων · Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν ; τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμειβόμενος προσέειπε · Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα…
Homer, Iliad